Ἑρμοῦ λόγος Ἴσιδος πρὸς Ὧρον – Ιωάννης Στοβαίος “Ανθολόγιο”


 horus_family-louvre-e6204
«Θαυμαστῶς», εἶπεν Ὧρος, «ἕκαστά μοι διηγήσω, ὦ μέγα δυναμένη τεκοῦσα Ἶσι, ὑπὲρ τῆς θαυμαστῆς ψυχοποιίας τοῦ θεοῦ καὶ θαυμάζων διατελῶ· οὔπω δέ μοι ἀπήγγειλας <ποῦ τῶν σωμάτων ἀπολυθεῖσαι χωροῦ σιν αἱ ψυχαί.> Βούλομαι οὖν καὶ τῆς θεωρίας ταύτης μύστης γενόμενος εὐχαριστῆσαι σοὶ μόνῃ, ἀθάνατε μῆτερ.» Καὶ εἶπεν Ἶσις· «Πρόσεχε, παῖ· ἀναγκαιοτάτη γὰρ ζήτησις αὕτη· ἀλλ᾽ ὧδε γὰρ ἐρεῖ λόγος ἐμός. Τὸ συνεστὸς καὶ μὴ ἀφανιζόμενον χῶρον ἔχει. Οὐ γὰρ, ὦ θαυμαστὲ καὶ μεγάλου πατρὸς Ὀσίρεως μέγα τέκνον, ἀκρίτως καὶ ὁρμηδὸν τῶν σωμάτων προελθοῦσαι εἰς ἀέρα ἀναχύνονταί τε καὶ διασκεδάννυνται μετὰ τοῦ ἄλλου ἀπείρου πνεύματος, ὥστε οὐκέτι δύνασθαι πάλιν τὰς αὐτὰς οὔσας εἰς σώματα παλινδρομῆσαι, ἀλλὰ μηδὲ εἰς ἐκεῖνον ἔτι τὸν χῶρον [εἶναι], ὅθεν ἦλθον τὸ πρότερον, ἀναστρέφειν· καθάπερ οὐδὲ τὸ λαμβανόμενον ἐκ τῶν κάτω ἀγγείων ὕδωρ ἔτι τοὺς αὐτοὺς τόπους ὅθεν ἐλήφθη ἐπέχειν ἐστὶ δυνατόν, ἀλλ᾽ οὐδ᾽ αὐτὸ παραυτίκα λαμβανόμενον καὶ χεόμενον τὴν ἰδίαν λαμβάνει χώραν, πλὴν ἀναμίγνυται τῷ παντὶ τοῦ ὕδατος χύματι. Ἀλλ᾽ οὐκ ἔχει οὕτως, ὦ μεγαλόφρων Ὧρε. Μύστης δὲ ὥσπερ τῆς ἀθανάτου φύσεως καὐτὴ τυγχάνουσα καὶ ὡδευκυῖα διὰ τοῦ πεδίου τῆς Ἀληθείας διεξελεύσομαί σοι τῶν ὄντων τὸ καθ᾽ ἕκαστον, ἐκεῖνό σοι φήσασα πρῶτον, ὡς δὴ τὸ ὕδωρ σῶμά ἐστιν ἄλογον, ἐκ πολλῶν συγκριμάτων παρατεθλιμμένον εἰς χύσιν, ἡ δὲ ψυχὴ πρᾶγμα ἰδιοφυές, τέκνον, καὶ βασιλικὸν καὶ ἔργον τῶν τοῦ θεοῦ χειρῶν τε καὶ νοῦ, αὐτό θ᾽ ἑαυτῷ εἰς νοῦν ὁδηγούμενον. Τὸ τοίνυν ἐξ ἑνὸς καὶ οὐκ ἐξ ἄλλου ἀδύνατον ἑτέρῳ ἀναμιγῆναι· ὅθεν δεῖ καὶ τὴν πρὸς τὸ σῶμα αὐτῆς σύνοδον ἁρμονίαν θεοῦ ὑπὸ ἀνάγκης γενομένην εἶναι. Ὅτι δὲ οὔτε εἰς ἕνα καὶ τὸν αὐτὸν τόπον χυδαίως, οὔτε εἰκῇ καὶ ὡς ἔτυχεν, ἀλλὰ ἑκάστη ἐπὶ τὴν ἰδίαν ἀναπέμπεται χώραν, φανερὸν καὶ ἐξ ὧν ἔτι ἐν τῷ σώματι οὖσα καὶ τῷ πλάσματι πάσχει [γὰρ] παρὰ τὴν ἰδίαν φύσιν πεπαχυμμένη. Ἀλλὰ καὶ πρόσχες, ὦ περιπόθητε Ὧρε, τῷ λεγομένῳ ὁμοιώματι. Φέρε γὰρ εἰς ἓν καὶ τὸ αὐτὸ συσχετήριον ἐγκεκλεῖσθαι ἀνθρώπους τε καὶ ἀετοὺς καὶ περιστερὰς καὶ κύκνους καὶ ἱέρακας καὶ χελιδόνας καὶ στρουθοὺς καὶ μυίας καὶ ὄφεις καὶ λέοντας καὶ παρδάλεις καὶ λύκους καὶ κύνας καὶ λαγωοὺς καὶ βόας καὶ ποίμνια καί τινα τῶν τῆς κοινότητος ἐχομένων ζῴων, οἱονεὶ φώκας καὶ ἐνύδρεις καὶ χελώνας καὶ τοὺς ἡμετέρους κροκοδείλους· ἔπειτα τούτους, ὦ τέκνον, ὑπὸ μίαν ῥοπὴν ἀπολυθῆναι τοῦ συσχετηρίου, <οὐ> πάντως τραπήσονται ὁ μὲν ἄνθρωπος εἴς τε ἀγορὰς καὶ στέγας; ὁ δὲ ἀετὸς εἰς τὸν αἰθέρα, ὅπου καὶ φύσιν ἔχει διαιτᾶσθαι; αἱ δὲ περιστεραὶ εἰς τὸν πλησίον ἀέρα; οἱ δὲ ἱέρακες ὑπεράνω τούτων; αἱ δὲ χελιδόνες οὐχὶ ὅπου ἂν οἰκῶσιν ἄνθρωποι; οἱ δὲ στρουθοὶ περὶ τὰ καρποφόρα τῶν δένδρων; οἱ δὲ κύκνοι ὅπου ἔξεστιν αὐτοῖς ᾄδειν, αἱ δὲ μυῖαι περὶ αὐτὴν τὴν γῆν, τοσοῦτον αὐτῆς ἀπέχουσαι ὅσον ἀναβῆναι δύνανται ἀν θρώπων τῇ ὀσμῇ (ἀνθρωπόλιχνον γὰρ ἰδίως, ὦ τέκνον, ἐστὶν ἡ μυῖα καὶ χαμαιπετές); οἱ δὲ λέοντες καὶ παρδάλεις οὐκ ἐπὶ τὰ ὄρη; οἱ δὲ λύκοι ἐπὶ τὰς ἐρημίας; οἱ δὲ κύνες κατ᾽ ἴχνος ἀνθρώπων; <οἱ> λαγωοὶ δὲ <εἰς> δρυμοὺς καὶ <οἱ> βόες <εἰς> αὐλιστήρια καὶ πεδία; καὶ εἰς τὰς νομὰς τὰ ποίμνια; οἱ δὲ ὄφεις εἰς τὰ μύχια τῆς γῆς; <αἱ> φῶκαι δὲ καὶ χελῶναι μετὰ τῶν ὁμοίων εἰς βάθη καὶ νάματα, ὡς μὴ πεδιάδος γῆς στεροῖντο μηδὲ τοῦ συγγενοῦς ἀπολειφθεῖεν ὕδατος, ἑκάστου εἰς τὴν οἰκείαν χώραν ὑπὸ τοῦ ἔνδον κριτηρίου ἀνατρεπομένου; Οὕτως ἑκάστη ψυχὴ καὶ ἀνθρωπευομένη καὶ ἄλλως ἐπιγεΐζουσα οἶδεν ὅπου πορευτέον αὐτῇ ἐστι, πλὴν εἰ μή τις τῶν Τυφωνίων, ὦ τέκνον, παρελθὼν λέγοι, ὅτι δυνατὸν ταῦρον μὲν ἐν βυθῷ, ἐν δὲ ἀέρι χελώνην διαζῆν. Εἰ δὴ τοῦτο πάσχουσι σαρκὶ καὶ αἵματι βεβαπτισμέναι, ὡς μηδὲν παρὰ τάξιν πράσσειν κἂν κολάζωνται (κόλασις γὰρ αὐταῖς ἡ ἐνσωμάτωσις), πόσου πλέον βαπτισμοῦ καὶ κολάσεως καὶ ἐλευθερίας ἰδίας μετασχοῦσαι; Ἔχει δὲ ἡ διάταξις ἡ ἱερωτάτη οὕτως. ῎Ηδη ποτὲ ἄνω, μεγαλοφυέστατε παῖ, βλέπε ψυχῶν διατάξεις· τὸ ἀπ᾽ οὐρανοῦ κορυφῆς μέχρι σελήνης θεοῖς καὶ ἄστροις καὶ τῇ ἄλλῃ προνοίᾳ σχολάζει· τὸ δὲ ἀπὸ σελήνης, ὦ τέκνον, ἐφ᾽ ἡμᾶς ψυχῶν ἐστιν οἰκητήριον. Ἔχει μέντοι ἐν ἑαυτῷ ὁδὸν ὁ τοσοῦτος ἀήρ, ὃν ἄνεμον καλεῖν ἔθος ἐστὶν ἡμῖν, ἴδιον μέγεθος ἐν ᾧ κινεῖται πρὸς ἀνάψυξιν τῶν ἐπιγείων, ὃ δὴ καὶ ὕστερον ἐρῶ· κατ᾽ οὐδένα μέντοι τρόπον πρὸς ἑαυτὸν κινούμενος ἐμπόδιον γίγνεται ψυχαῖς· κινουμένου γὰρ τούτου ἐξὸν ψυχαῖς ἀναίσσειν καὶ καταίσσειν, ὡς ἂν τύχῃ, ἀδιακωλύτως. Ῥέουσι γὰρ δι᾽ αὐτοῦ ἀμιγῶς καὶ ἀκολλητί, ὡς δι᾽ ἐλαίου ὕδωρ. Τὸ δὲ διάστημα τοῦτο, ὦ τέκνον Ὧρε, μοιρῶν μέν ἐστι γενικῶν <τεσσάρων> [εἰδικῶν δὲ χωρῶν ἑξήκοντα]. Ὧν ἣ <μὲν> ἀπὸ γῆς ἄνω χωρῶν ἐστι τεσσάρων, ὡς τὴν γῆν κατά τινας λόφους καὶ ἀκρωρείας ἀνατεῖναι καὶ φθάνειν ἄχρι τοσούτου· ὑπὲρ γὰρ ταύτας αὐτὴν ἀναβῆναι τὸ ὕψος οὐκ ἔχει φύσιν. Ἡ δ᾽ ἀπὸ ταύτης <δευτέρα> ἐστὶ χωρῶν ὀκτώ [ἐν αἷς γίγνονται ἀνέμων κινήσεις] (πρόσεχε, παῖ, ἀρρήτων γὰρ ἐπακούεις μυστηρίων γῆς τε καὶ οὐρανοῦ καὶ παντὸς τοῦ μέσου ἱεροῦ πνεύματος), ὅπου ἡ τοῦ ἀνέμου κίνησις καὶ ἡ τῶν ὀρνέων πτῆσις· ὑπὲρ γὰρ ταύτης οὔτε ἀὴρ κινεῖται οὔτε ζῷον βαστάζει. Ἔχει μέντοι παρὰ τῆς φύσεως ταύτην τὴν ἐξουσίαν ὁ ἀὴρ οὗτος, ὥστε καὶ ἐν ταῖς ἰδίαις ὀκτὼ χώραις καὶ ἐν ταῖς τῆς γῆς τέτταρσι περιπολεῖν μεθ᾽ ὧν ἔχει ζῴων, τῆς γῆς εἰς τὰς αὐτοῦ ἐπαναβῆναι <μὴ> δυναμένης. Ἡ δὲ <τρίτη> χωρῶν ἐστιν ἑκκαίδεκα, ἀέρος λεπτοῦ καὶ καθαροῦ πλήρης. Ἡ δὲ <τετάρτη> ἐστὶ δύο καὶ τριάκοντα, ἐν αἷς ἐστι λεπτότατος καὶ εἰλικρινέστατος ἀὴρ καὶ διαυγής, διορίζων ἐφ᾽ ἑαυτοῦ τοὺς ἄνω οὐρανούς, ἐκπύρους ὄντας τὴν φύσιν. Καὶ ἔστιν ἡ διάταξις αὕτη κατ᾽ εὐθυτενῆ γραμμὴν ἄνωθεν κάτω ἀκολλητὶ τὴν φύσιν, ὡς εἶναι μοίρας γενικὰς μὲν τέσσαρας, διαστηματικὰς δὲ δώδεκα, χώρας δὲ ἑξήκοντα. Ἐν δὲ ταῖς χώραις ταύταις, ἑξήκοντα οὔσαις τὸν ἀριθμόν, οἰκοῦσιν αἱ ψυχαί, ἑκάστη πρὸς ἣν ἔχει φύσιν, μιᾶς μὲν καὶ τῆς αὐτῆς συστάσεως οὖσαι, οὐκέτι δὲ τιμῆς. Ὅσῳ γὰρ ἑκάστη τῶν χωρῶν ἀπὸ γῆς ὑπερβέβηκε τῆς ἑτέρας, τοσούτῳ καὶ <αἱ> ἐν αὐταῖς ψυχαὶ ἑτέρα τὴν ἑτέραν καθ᾽ ὑπεροχὴν λείπει, ὦ τέκνον, χώρᾳ καὶ τύχῃ. Τίνες μὲν οὖν εἰς ἑκάτερα τούτων ἀναλύουσι ψυχαί, ἐντεῦθέν σοι πάλιν, ὦ μεγαλόδοξε Ὧρε, καταλέγειν ἄρξομαι, ἄνωθεν ἐπὶ τὰ πρόσγεια τὴν τάξιν ποιουμένη.» —Anthologium 1.49.68.1 ` to Anthologium 1.49.68.116 <Ἑρμοῦ λόγος Ἴσιδος πρὸς Ὧρον> ( p. 34 b Patrit. ).
 

«Τὸ μεταξὺ γῆς καὶ οὐρανοῦ κεχώρισται, τέκνον Ὧρε, πρὸς μέτρον καὶ ἁρμονίαν. Αἱ δὲ <χῶραι> αὗται ὑπὸ τῶν προγόνων καλοῦνται ὑφ᾽ ὧν μὲν ζῶναι, ὑφ᾽ ὧν δὲ στερεώματα, ὑπὸ δὲ ἑτέρων πτυχαί. Ἐν δὲ ταύταις φοιτῶσιν αἵ τε ἀπολελυμέναι τῶν σωμάτων ψυχαὶ αἵ τε μηδέπω ἐνσωματισθεῖσαι. Ἑκάστη δὲ τούτων, ὦ τέκνον, <κατὰ τὴν ἀξίαν> καὶ χώραν ἔχει· ὥστε τὰς μὲν θείας καὶ βασιλικὰς ἐν τῇ ὑπεράνω πάντων κατοικεῖν, τὰς δὲ ἐλαχίστας κατὰ τιμὴν καὶ τὰς ἄλλας ὅσαι εἰσὶ χαμαιπετεῖς ἐν τῇ ὑποκάτω πάντων, τὰς δὲ μέσας <ἐν> τῇ μέσῃ. Αἱ μὲν οὖν εἰς τὸ ἄρχειν καταπεμπόμεναι, ὦ τέκνον Ὧρε, ἐκ τῶν ὑπεράνω ζωνῶν καταπέμπονται, αἳ καὶ λυθεῖσαι εἰς τὰς αὐτὰς ἢ καὶ ἔτι ὑπεράνω ἀνέρχονται, πλὴν εἰ μή τινές τι εἶεν <παρὰ> τὴν ἀξίαν τῆς ἑαυτῶν φύσεως καὶ τὴν τοῦ θείου νόμου παραγγελίαν πεπραχυῖαι· ἅσπερ ἡ ἄνω πρόνοια πρὸς μέτρον τῶν ἁμαρτημάτων εἰς τὰς ὑπο κάτω χώρας ἐξορίζει, ὥσπερ καὶ τὰς ὑποδεεστέρας δυνά μει τε καὶ ἀξίᾳ ἐκ γὰρ κατωτέρων ἐπὶ μείζονας καὶ ὑψηλοτέρας ἀνάγει. Εἰσὶ γὰρ ἄνωθέν οἱ δορυφόροι <δύο> ὄντες τῆς καθόλου προνοίας, ὧν ὃ μὲν ψυχοταμίας, ὃ δὲ ψυχοπομπός· καὶ ὁ μὲν ψυχοταμίας ψυχῶν, ὁ δὲ ψυχοπομπὸς ἀποστολεύς τε καὶ διατάκτης τῶν ἐνσεσωματωμένων ψυχῶν. Καὶ ὃ μὲν τηρεῖ, ὃ δὲ προἵησι κατὰ γνώμην τοῦ θεοῦ. Τῷ οὖν λόγῳ τούτῳ, ὦ παῖ, καὶ τῇ ἄνω τῶν πραγμάτων ἐξαλλαγῇ καὶ ἐπὶ γῆς ἐστιν ἡ Φύσις. πλάστρια γὰρ οὖσα καὶ σκηνοποιὸς ἀγγείῳ εἰσβάλλει τὰς ψυχάς. Παρεστᾶσι δὲ δύο ἐνέργειαι καὶ αὐτῇ, μνήμη καὶ ἐμπειρία· καὶ ἡ μὲν μνήμη ἔργον ἔχει τοῦτο, ὅπως ἡ Φύσις τηρῇ καὶ περικρατῇ τοῦ τε ἑκάστου τύπου ἐξ ἀρχῆς καταβεβλημένου καὶ τοῦ φυράματος τοῦ ἄνω γίγνηται · ἡ δὲ ἐμπειρία, ὅπως πρὸς ἀνάλογον ἑκάστης τῶν καταβαινουσῶν ψυχῶν εἰς τὸ σωματισθῆναι καὶ τὸ πλάσμα [ἐνεργῆ καὶ] γένηται, καὶ ταῖς μὲν ὀξέσι τῶν ψυχῶν ὀξέα γένηται καὶ τὰ σώματα, ταῖς δὲ βραδέσι βραδέα, ταῖς δὲ ἐνεργέσιν ἐνεργῆ καὶ ταῖς νωθραῖς νωθρὰ καὶ ταῖς δυναταῖς δυνατὰ καὶ ταῖς δολίαις δόλια, καὶ ἁπαξαπλῶς ἑκάσταις κατὰ τὸ εἰκός. Οὐ γὰρ ἀσκόπως πτηνὰ μὲν ἐπτίλωσε, λογικὰ δὲ περισσαῖς καὶ ἀκριβεστέραις αἰσθήσεσιν ἐκόσμησε, τετραπόδων δὲ τὰ μὲν κέρασι, τὰ δὲ ὀδοῦσι, τὰ δὲ ὄνυξι καὶ ὁπλαῖς ἐκαρτέρωσε, τὰ δὲ ἑρπετὰ εὐχαίτοις σώμασι καὶ εὐυποχωρήτοις ἐμαλάκυνε, καὶ ὅπως μὴ ἡ τοῦ σώματος ὑγρότης τέλεον ἀσθενὴς διαμένῃ, ὧν μὲν τὰ στόματα καὶ τοῖς ὀδοῦσιν ἐχαράκωσεν ὧν δὲ τοὺς ὄγκους ὀξύνας δύναμιν περιέθηκεν (οὕτως τὰ μὲν τῇ τοῦ θανάτου εὐλαβείᾳ ἰσχυρότερα τῶν ἄλλων)· τὰ δὲ νηκτά, δειλὰ ὄντα, ἐνοικεῖν ἔδωκε στοιχείῳ, ἐν ᾧ τὸ φῶς οὐδετέραν ὧν ἔχει δυνάμεων ἐνεργεῖν ἰσχύει (ἐν γὰρ ὕδατι τὸ πῦρ οὔτε φαίνει οὔτε καίει)· ἕκαστον δὲ αὐτῶν ἢ φολίσιν ἢ ἀκάνθαις ἐν ὕδατι νηχόμενον φεύγει ὅπῃ ἂν θέλῃ, τὴν ἰδίαν περιβεβλημένον δειλίαν καὶ σκεπαστήριον ἔχον εἰς τὸ μὴ ὁρᾶσθαι τὸ ὕδωρ. Εἰς γὰρ ἕκαστον τῶν σωμάτων τούτων καθ᾽ ὁμοιότητα ἐγκλείονται αἱ ψυχαί, ὥστε εἰς μὲν ἀνθρώπους χωρεῖν τὰς κριτικάς, εἰς δὲ πτηνὰ τὰς ἀπανθρώπους, εἰς δὲ τετράποδα <τὰς> ἀκρίτους (νόμος γὰρ ἐκείνοις ἐστὶν ἡ ἰσχύς), εἰς δὲ ἑρπετὰ τὰς δολίας (οὐδὲν γὰρ αὐτῶν ἐξ ἐναντίου ἐπεξέρχεται τοῖς ἀνθρώποις, λοχήσαντα δὲ καταβάλλει), εἰς δὲ [τὰ] νηκτὰ τὰς δειλὰς καὶ ὅσα τῶν λοιπῶν στοιχείων ἀπολαύειν ἀνάξια τυγχάνει.[1] Γίγνεται μὲν οὖν καὶ ἐν ἑκάστῳ <εἴδει> εὑρεῖν ζῷον τῇ ἰδίᾳ φύσει μὴ καταχρώμενον.» «Πῶς πάλιν, ὦ τεκοῦσα;» εἶπεν Ὧρος. Καὶ ἀπεκρίθη Ἶσις· «Ὥστε ἄνθρωπον μέν, ὦ τέκνον, τὸ κριτικὸν ὑπερβῆναι, τετράπουν δὲ τὴν ἀνάγκην παραλλάξαι, ἑρπετὸν δὲ τὸ δόλιον ἀπολέσαι, καὶ νηκτὸν τῆς δειλίας καταφρονῆσαι, καὶ πτηνὸν τῆς ἀπανθρωπίας ἐκ πεσεῖν. Καὶ τὰ μὲν περὶ τῆς <διαθέσεωσ> τῶν ἄνω καὶ τῆς <καταβάσεωσ> αὐτῶν καὶ τῆς <σωματουργίασ> τοσαῦτα. Συμβαίνει δέ, ὦ τέκνον, ἐν ἑκάστῳ εἴδει εὑρίσκεσθαι καὶ γένει τῶν προκειμένων <βασιλικάσ> τινας ψυχάς, καταβαίνειν δὲ καὶ ἄλλας ἀλλοίους, τὰς μὲν διαπύρους, τὰς δὲ ψυχράς, τὰς δὲ ὑπερηφάνους, τὰς μὲν διαπύρους, τὰς ἐλευθερίους,> τὰς δὲ βαναύσους, τὰς δὲ ἐμπείρους, τὰς δὲ ἀπείρους, τὰς δὲ ἀργάς, τὰς δὲ ἐνεργεῖς, τὰς δὲ ἄλλοτε ἄλλας οὔσας. Συμβαίνει δὲ τοῦτο παρὰ τὴν τῶν τόπων θέσιν, ὅθεν εἰς τὸ ἐνσωματισθῆναι καθάλλονται αἱ ψυχαί. Αἱ μὲν γὰρ ἀπὸ βασιλικοῦ διαζώματος καταπηδῶσι τῆς ὁμοιοπαθοῦς βασιλικῆς τύχης. Πολλαὶ γάρ εἰσι βασιλεῖαι· αἳ μὲν γάρ εἰσι ψυχῶν, αἳ δὲ σωμάτων, αἳ δὲ τέχνης, αἳ δὲ ἐπιστήμης, αἳ δὲ αὖτῶν καὶ τῶν». «Πῶς πάλιν;» εἶπεν Ὧρος. «Οἷον, ὦ τέκνον Ὧρε, ἀπογεγονότων ἤδη ψυχῶν μὲν Ὄσιρις, ὁ πατήρ σου· σωμάτων δὲ ὁ ἑκάστου ἔθνους ἡγεμών· βουλῆς δὲ ὁ πατὴρ πάντων καὶ καθηγητὴς ὁ τρισμέγιστος Ἑρμῆς· ἰατρικῆς δὲ ὁ Ἀσκληπιὸς ὁ Ἡφαίστου· ἰσχύος δὲ καὶ ῥώμης πάλιν Ὄσιρις, μεθ᾽ ὅν, ὦ τέκνον, αὐτὸς σύ· φιλοσοφίας δὲ Ἀρνεβεσχῆνις, ποιητικῆς δὲ πάλιν ὁ Ἀσκληπιὸς <ὁ> Ἰμούθης. Καθόλου γάρ, ὦ τέκνον, εὑρήσεις, ἐὰν ἐξετάζῃς, πολλοὺς καὶ πολλῶν ἄρχοντας καὶ πολλοὺς πολλῶν βασιλεύοντας. Ἀλλ᾽ ὁ μὲν πάντων κρατῶν, τέκνον, ἐκ τῆς ὑπεράνω χώρας ἐστίν, ὁ δὲ τῶν κατὰ μέρος ἐκείνην ἔσχε τάξιν, ἀφ᾽ οὗ τόπου ἐστίν· βασιλικωτέραν <μὲν …… τοῦ βασιλικοῦ> διαζώματος τετευχότες· <οἱ δὲ ἀπὸ τοῦ πυρώδους> πυρὸς ἐργάται γίγνονται καὶ τροφεῖς· οἱ δὲ ἀπὸ τοῦ ὑγροῦ ἐν ὑγροῖς διαζῶσιν· οἱ δὲ ἀπὸ <τοῦ> ἐπιστημονικοῦ καὶ τεχνιτικοῦ περὶ ἐπιστήμας καταγίγνονται καὶ τέχνας· οἱ δὲ ἀπὸ <τοῦ> ἀργοῦ ἀργῶς καὶ ἐπιρρεμβῶς διαζῶσι. Πάντων γὰρ τῶν ἐπὶ γῆς, ὦ τέκνον, διὰ λόγου καὶ ἔργου πραγμάτων ἄνω εἰσὶν αἱ πηγαί, μέτρῳ καὶ σταθμῷ ἐπιχύνουσαι ἡμῖν τὰς οὐσίας, καὶ οὐκ ἔστιν ὃ μὴ ἄνωθεν καταβέβηκε καὶ πάλιν ἀνέρχεται ἵνα καταβῇ«. «Πῶς πάλιν λέγεις τοῦτο, ὦ τεκοῦσα, παράδειξον». Καὶ ἀπεκρίθη Ἶσις πάλιν· «Τῆς <παλινδρομίασ> ἐναργὲς τοῦτο σημεῖον τοῖς ζῴοις ἐνέθηκεν ἡ ἱερωτάτη φύσις· τοῦτο γὰρ ὃ σπῶμεν ἄνωθεν ἐξ ἀέρος πνεῦμα, τοῦτο πάλιν ἄνω πέμπομεν ἵνα λάβωμεν· καὶ εἰσίν, ὦ τέκνον, τούτου τοῦ ἐνεργήματος τεχνίτιδες ἐν ἡμῖν φῦσαι, αἳ ἐπειδὰν μύσωσι τὰ δεκτικὰ ἑαυτῶν τοῦ πνεύματος στόματα, τότε ἡμεῖς οὐκέτι ὧδέ ἐσμεν, ἀλλ᾽ ἀναβεβήκαμεν. Προσεπιγίγνεται δέ, ὦ παῖ μεγαλόδοξε, καὶ ἕτερά τινα ἡμῖν ἐκτὸς <τῆς> τοῦ φυράματος συσταθμίας«. «Τί δέ ἐστιν», Ὧρος εἶπε, «τὸ <φύραμα> τοῦτο, ὦ τεκοῦσα»; Σύνοδός ἐστι καὶ κρᾶσις τῶν τεσσάρων στοιχείων, ἐξ ἧς κράσεως καὶ συνόδου ἀναθυμιᾶταί τις ἀτμός, ὃς περιειλεῖται μὲν τῇ ψυχῇ, διατρέχει δὲ ἐν <τῷ> σώματι, ἀμφοτέροις μεταδιδοὺς [τουτέστι τῷ σώματι καὶ τῇ ψυχῇ] τῆς ἰδίας ποιότητος· καὶ οὕτως αἱ <διαφοραὶ> τῶν ψυχικῶν καὶ τῶν σωματικῶν ἐναλλοιώσεων γίνονται. Εἰ μὲν γὰρ κατὰ τὴν σωματικὴν διάπηξιν πλεονάσειε τὸ <πῦρ,> τὸ τηνικαῦτα ἡ ψυχὴ θερμὴ τὴν φύσιν ὑπάρχουσα καὶ ἕτερον θερμὸν προσλαβοῦσα, ἐκπυρωδεστέρα γενομένη, ποιεῖ τὸ ζῷον ἐνεργότερον καὶ θυμικόν, τὸ δὲ σῶμα ὀξὺ καὶ εὐκίνητον· εἰ δὲ πλεονάσειεν ὁ ἀήρ, τὸ τηνικαῦτα καὶ κοῦφον καὶ πηδητικὸν καὶ ἀνέδραστον γίνεται τὸ ζῷον καὶ ψυχῇ καὶ σώματι. Εἰ δὲ τὸ <ὕδωρ> πλεονάσειε, τὸ τηνικαῦτα καὶ τὸ ζῷον τῇ μὲν ψυχῇ γίγνεται εὔρουν τε καὶ εὐφυὲς καὶ εὐπερίχυτον ἱκανῶς τε τοῖς ἄλλοις ἐπιπεσεῖν καὶ κολληθῆναι δυνάμενον, διὰ τὸ πρὸς τὰ ἄλλα ἑνωτικὸν καὶ κοινωνικὸν τοῦ ὕδατος· ἐφιζάνει γὰρ πᾶσι, καὶ πολὺ μὲν ὂν εἰς ἑαυτὸ ἀναλύει καὶ περιλαμβάνει, ὀλίγον δ᾽ ὑπάρ χον καὶ καταδῦσαν, ἐκεῖνο γίγνεται ᾧ ἐμίγη. τὰ μέντοι σώματα ὑπὸ πλαδαρότητος καὶ χαυνότητος εἰς περίσφιγξιν οὐκ ἄγεται, ἀλλὰ μικρᾷ τινι νόσου ἀφορμῇ λύεται, καὶ τοῦ ἰδίου συνδέσμου κατ᾽ ὀλίγον ἐκπίπτει. Εἰ δὲ τὸ <γεῶδεσ> πλεονάσειε, τὸ τηνικαῦτα ἀμβλεῖα μὲν τοῦ ζῴου ἡ ψυχὴ γίνεται, οὐκ ἔχουσα τὴν σωματικὴν ἀραιότητα εὔλυτον οὐδὲ τὸ δι᾽ οὗ πηδήσεται, πεπαχυμμένων τῶν αἰσθητικῶν μερῶν, ἀλλὰ ἔνδον μένει παρ᾽ ἑαυτῇ ὑπὸ βάρους καὶ πυκνότητος πεδηθεῖσα, τὸ δὲ σῶμα στερεὸν μέν, ἀλλὰ ἀργὸν καὶ βαρὺ καὶ μετὰ βίας ὑπὸ τῆς προαιρέσεως μετακινούμενον. Εἰ δὲ <σύμμετροσ> γένοιτο ἡ πάν των σύστασις, τότε τὸ ζῷον θερμὸν εἰς πρᾶξιν, κοῦφον δὲ εἰς κίνησιν, εὔκρατον δὲ εἰς ἁφήν, γενναῖον δὲ εἰς πῆξιν κατασκευάζεται. Ὅσα οὖν τῷδε τῷ λόγῳ κεκοινώνηκε πλείονος μὲν πυρὸς καὶ πνεύματος, ταῦτα <ἀπωρνέωται> καὶ ἄνω παρ᾽ ἐκείνοις πολιτεύεται τοῖς στοιχείοις, ἐξ ὧν καὶ ἐγένετο. Ὅσα δὲ πλείονος μὲν πυρός, ὀλίγου δὲ πνεύματος, ὕδατος δὲ καὶ γῆς ἴσης, ταῦτα <ἀπηνθρώπισται,> καὶ τῷ ζῴῳ τὸ περισσὸν τοῦ θερμοῦ εἰς σύνεσιν ἐτράπη· ὁ γὰρ ἐν ἡμῖν νοῦς θερμόν τι χρῆμά ἐστιν, ὃ καίειν μὲν οὐκ οἶδε, διαδύνειν δὲ κατὰ πάντων [καὶ] ἐπίσταται. Ὅσα δὲ πλείονος μὲν ὕδατος, πλείονος δὲ γῆς, μετρίου δὲ πνεύματος, [καὶ] ὀλίγου δὲ πυρός, ταῦτ᾽ <ἀποτεθηρίωται,> τῇ δὲ τοῦ θερμοῦ περιουσίᾳ ἀλκιμώτερα γέγονε τῶν ἄλλων. Ὅσα δὲ γῆς καὶ ὕδατος ἴσων κεκοινώνηκε, ταῦτα <ἀφηρπέτωται> καὶ τῇ τοῦ πυρὸς στερήσει ἄτολμα γέγονε καὶ ἀπαρρησίαστα, τῇ δὲ τοῦ ὕδατος κοινωνίᾳ ψυχρὰ ἐγένετο, τῇ δὲ τῆς γῆς βαρέα καὶ νωθρά, τῇ δὲ τοῦ πνεύματος εὐκίνητα, εἰ <ἐν> προ αιρέσει τὸ κινεῖσθαι. Ὅσα δὲ πλείονος μὲν ὑγροῦ, ὀλίγου δὲ ξηροῦ, ταῦτα <ἀπιχθύωται> καὶ τῇ μὲν τοῦ θερμοῦ καὶ ἀέρος στερήσει δειλά ἐστι καὶ αὐτά, τῇ δὲ τοῦ ὑγροῦ περιουσίᾳ καὶ τῇ τοῦ γεώδους παρουσίᾳ ἐν λελυμένῃ γῇ καὶ ὕδατι διὰ τὸ συγγενὲς κατοικεῖ. Καὶ πρὸς μὲν τὴν τοῦ ἑκάστου στοιχείου μοῖραν καὶ τῆς μοίρας τὴν περιοχὴν καὶ τὰ σώματα ἡλικιάζεται· καὶ πρὸς τὴν ὀλιγομετρίαν τὰ λοιπὰ ζῷα μεμετροποίηται, πρὸς ἐνέργειαν τὴν ἑκάστῳ τῶν στοιχείων οὐσιομετρίαν. Καὶ ἔτι, ὦ παῖ περιπόθητε, λέγω, ὅτι ἐκ ταύτης τῆς οὕτω συστάσεως ἡ κατὰ τὴν πρώτην σύνοδον γενομένη κρᾶσις καὶ ὁ ἐκ ταύτης ἀναθυμιώμενος ἀτμὸς ἐφ᾽ ὅσον τὴν ἰδίαν τηροῦσιν ἰδιότητα, ὥστε τὸ μὲν θερμὸν ἕτερον μὴ λαβεῖν θερμόν, μηδὲ τὸ ἀερῶδες πνεῦμα ἕτερον, μηδὲ τὸ ὑγρὸν ἑτέραν ὑγρασίαν, μηδὲ τὸ γεῶδες ἑτέραν πυκνότητα, τὸ τηνικαῦτα τὸ ζῷον <ὑγιαίνει.> Ἐπὰν γὰρ μὴ οὕτως μένῃ, ὦ τέκνον, ἐφ᾽ οἷς ἔσχεν ἐξ ἀρχῆς μέτροις, ἀλλ᾽ ἤτοι πλεονάσῃ ταῦτα, οὐκ ἐνεργείᾳ λέγω <τῇ> κατὰ περιοχὴν οὐδὲ τῇ κατ᾽ αὔξησιν γινομένῃ μεταβολῇ τοῦ γένους καὶ τῶν σωμάτων, ἀλλὰ τῇ ὡς προέφαμεν συστατικῇ τῶν στοιχείων κράσει, ὥστε τὸ μὲν θερμὸν ἐπὶ πλέον αὐξηθῆναι ἢ ἐπὶ πλέον ἐλαττωθῆναι, τὰ δὲ ἄλλα ὁμοίως, <τὸ> τηνικαῦτα [οὕτως] <νοσεῖ> τὸ ζῷον. Ἐπὰν γὰρ οὕτως διατεθῇ τό τε θερμὸν καὶ τὸ ἀερῶδες, ἃ δὴ σύσκηνά ἐστι τῆς ψυχῆς, τότε ἐν ἀλληγορίαις καὶ ἐκστάσεσι γίγνεται τὸ ζῷον· πεπύκνωται γὰρ τὰ στοιχεῖα, δι᾽ ὧν διαφθείρεται τὰ σώματα. Αὐτὸ μὲν γὰρ τὸ γεῶδές ἐστιν ἡ τοῦ σώ ματος πῆξις, τὸ δὲ ὑγρὸν ἡ ἐν τούτῳ ἐστὶν εἰς συμπαγίαν περίχυσις, τὸ δὲ ἀερῶδές ἐστι τὸ ἐν ἡμῖν κινητικόν, καὶ τούτων πάντων διεγερτικὸν τὸ πῦρ. Τοιγαροῦν ὁ ἐκ τῆς πρώτης συνόδου καὶ κράσεως τῶν στοιχείων γιγνόμενος ἀτμὸς καὶ ὡσανεὶ ἔξαψις καὶ ἀναθυμίασις[, ὁποῖος ἂν ᾖ,] παραμιγεὶς τῇ ψυχῇ ἄγει αὐτὴν εἰς ἑαυτόν, ὡς ἂν ἔχῃ φύσεως, εἴτε σπουδαίως, εἴτε μή. Τῇ γὰρ ἐξ ἀρχῆς πρὸς αὐτὸν οἰκειότητι καὶ συντροφίᾳ ἐπιμένουσα ἡ ψυχὴ τὴν τάξιν διατηρεῖ. Ὅταν δὲ ἐπιπροσγένηται ἤτοι τῷ ὅλῳ συγκράματι ἢ καὶ μέρεσιν ἢ μέρει αὐτοῦ ἔξωθέν τις πλείων μοῖρα τοῦ προκαταβεβλημένου, τότε καὶ ὁ ἐντεῦθεν μεταλλοιούμενος ἀτμὸς μεταλλοιοῖ ἤτοι τὴν τῆς ψυχῆς διάθεσιν ἢ τὴν τοῦ σώματος. Τὸ γὰρ πῦρ καὶ τὸ πνεῦμα, ἀνωφερῆ ὄντα, ἐπὶ τὴν ψυχήν, ὁμοιόχωρον αὐτοῖς ὑπάρχουσαν, ἀνατρέχει· τὸ δὲ ὑγρὸν καὶ τὸ γεῶδες, κατωφερῆ ὄντα, τῷ σώματι, ὁμοιέδρῳ ὄντι, ἐφιζάνει. —–

Anthologium 1.49.69.1 ` to Anthologium 1.49.69.206 [<περὶ ἐμψυχώσεως καὶ μετεμψυχώσεωσ>]. ( p. 35 b Patr. ).

Για την συγγραφή : Κεφάλας Δ. Ευσάθιος(Αμφικτύων) – 27/9/2016