Ψελλοῦ : Ἑλληνικαὶ διατάξεις περὶ δαιμόνων


       Opuscula psychologica, theologica, daemonologica 123.15t ` to     Opuscula psychologica, theologica, daemonologica 126.3

{Ἑλληνικαὶ διατάξεις περὶ δαιμόνων}

ὁ δέ γε Ἑλληνικὸς λόγος οὔ φησι δαίμονα οὐδένα κακόν, ἀλλὰ διαιρέσεις μὲν αὐτῶν ποιεῖται πολλάς, ἕκαστον δὲ ἐξ ἀιδίου τάττει ἐπὶ τῆς δεδομένης πᾶσι παρὰ τῆς προνοίας ἐξουσίας καὶ τάξεως. καὶ ἔστι παρ᾽ αὐτοῖς ὁ μὲν δαίμων θεῖος ζῷον ἀπὸ <θείας> οὐσίας ἀρχόμενον ἀίδιον τὴν αὐτὴν κατὰ φύσιν ἔχον ζωὴν κατὰ νοῦν ἀφοριζομένην· ὁ δὲ νοερὸς ζῷον ἀίδιον τὴν αὐτὴν κατὰ φύσιν ἔχον ζωὴν κατὰ νοῦν καὶ λόγον ἐνεργουμένην· ὁ δὲ ψυχικὸς κατὰ λόγον ἀφοριζόμενος καὶ ψυχῶν μεριστῶν ἐπιμελούμενος· ὁ δὲ φυσικὸς κατὰ λόγον μὲν ἀφοριζόμενος, προσεχῶς δὲ τῆς φύσεως προϊστάμενος· ὁ δὲ σωματικὸς κατὰ λόγον καὶ ἀλογίαν ἀφοριζόμενος καὶ τῶν φυσικῶν σωμάτων κατάρχων· ὁ δὲ ὑλαῖος ζῷον ἀίδιον τὴν αὐτὴν ἔχων κατὰ φύσιν ζωὴν κατὰ ἀλογίαν ὑφισταμένην. φασὶ δὲ τοὺς δαίμονας ὑπηρετικοὺς εἶναι βουλήσεως τῶν κρειττόνων, χαίροντας δὲ ποικίλαις ἐνεργείαις. καὶ γὰρ <τὸ> ἀμέριστον τῆς θείας οὐσίας μεριζομένους οὔτε θνητούς φασι τοὺς δαίμονας οὔτε ἀθανάτους, ἀλλὰ διορίζουσι τὸ ἀθάνατον εἴς τε τὸ ἄσβεστον ἔχον ζωὴν <καὶ> εἰς τὸ χορηγοῦν ἑαυτῷ τὴν ἀθανασίαν, ὅπερ δὴ καὶ καλοῦσι κυρίως ἀθανασίαν. ἐφ᾽ ἧς οὐ τιθέασι τοὺς δαίμονας, ἀλλὰ μόνην ἀπέραντον ἔχειν τὴν ζωὴν διατάττονται. ὣς δὲ οὔτε πάντῃ σωματικὸν τὸ γένος τοῦτό φασιν οὔτε πάντῃ ἀσώματον, ἀλλὰ σωματοειδές, οἷον σώματα προσηρτημένον σκιοειδῆ καὶ λεπτὰ καὶ ἀνθρωπίνοις ὀφθαλμοῖς ἄληπτα.  

Αἱ μὲν οὖν ψυχαὶ τῶν δαιμόνων τοιαύτας ἔχουσιν αὐτοῖς διαφοράς, οἵας εἰρήκαμεν, θείας, νοεράς, λογικάς, φυσικάς, σωματικάς, ὑλαίας. ποικίλας δὲ ἔχουσι καὶ τὰς σωματικὰς μορφάς. καὶ τὰ μὲν αὐτῶν (φημὶ δὴ τῶν προσηρτημένων αὐτοῖς σωμάτων) εἶναί φασι σφαιροειδῆ, τοῖς θείοις παραπλήσια σώμασι, λεπτότερα μὲν τῶν γηίνων σωμάτων, ἀμαυρότερα δὲ τῶν οὐρανίων ἐλλάμψεων, τὰ δὲ καὶ εὐθύπορα καὶ πολυειδῆ τοῖς σχήμασι, τὰ δὲ καὶ καθ᾽ ἕλικα κινούμενα καὶ λοξῶς φερόμενα.  

Εἶναι δὲ πάντα ἀνεπιδεᾶ τροφῆς· τὰ γὰρ τρεφόμενα τοῖς ἀτμοῖς ψυχῶν λέγουσιν εἶναι δαιμονίων καὶ οὐ τῶν κατ᾽ οὐσίαν δαιμόνων, ἀλλὰ τῶν κατὰ σχέσιν. εἰσὶ γάρ, φασί, καὶ ψυχῶν ἀγέλαι δαιμονίων μεταταττομένων ἀπὸ ἄλλης φύσεως εἰς ἄλλην καὶ οὐσῶν ἔν τε ἄερι καὶ ὕδατι, ὧν τὰ ὀχήματα δεῖσθαι τροφῆς, ὧν καὶ οἱ θάνατοι τῶν δαιμονίων καὶ αἱ μίξεις πολλάκις αἱ πρὸς τὰ ἀνθρώπινα σώματα καὶ αἱ κοινωνίαι τῶν γεννήσεων. καὶ εἴτε νυμφίοι τινὲς γυναιξὶν εἴτε νύμφαι ἀνδράσιν ὡμίλησαν εἴτε καὶ Νηρηίδες ἀναδῦσαι τῆς θαλάσσης, οὔτε θεῖον τοῦτο τὸ γένος οὔτε ὡς ἀληθῶς δαιμόνιον, ἀλλὰ δαιμονίων ψυχῶν εἰς γένεσιν ἐρχομένων καὶ τροφῆς ἐπιδεῶν καὶ ὅλως σπορᾶς κοινωνεῖν δυναμένων.  

Οἱ δὲ φαινόμενοι λεοντοπρόσωποι δαίμονες οὐκ ἐκ σαρκῶν σύγκεινται καὶ ὀστῶν, ἀλλὰ τὸ σῶμα τοῦ δαίμονος ἐσχημάτισται τὸν τρόπον τοῦτον οἷον σκιαγραφίαν λέοντος φέρων διά τινων ἀερίων καὶ πυρίων ὄγκων.  

Αἱ δὲ λεγόμεναι ἐπικλήσεις τοῖς σωματικοῖς προσάγονται δαίμοσι· προεστήκασι γὰρ οὗτοι ζῴων τε καὶ φυτῶν καὶ τῶν ἐν τούτοις μερῶν οἷον ὀφθαλμοῦ, καρδίας, ἥπατος. ὑλαίους δέ φασι δαίμονας τοὺς πάθεσι μὲν ἔχοντας ὅλην ὑποκειμένην τὴν ζωήν, χαίροντας δὲ τῇ ἀταξίᾳ τῆς ὕλης, ἣν εἶναι δοκεῖ καὶ αὐτὴν τοιαύτην, ὡς ἂν ᾖ μὴ γένεσις μόνον, ἀλλὰ καὶ φθορὰ τῶν γενομένων. οὐ μέντοι τὸ πάθος παρὰ φύσιν ἔχειν αὐτοὺς λέγουσιν ὡς ἡμεῖς, οἷς τὸ εἶναι κατὰ λόγον, ἀλλ᾽ ὡς τοῖς λέουσιν ὁ θυμὸς κατὰ φύσιν. ἀπὸ δὲ τῶν ψυχικῶν δαιμόνων οἱ κλιματάρχαι δαίμονές εἰσι καὶ οἱ τῶν πόλεων προστάται καὶ οἱ τῶν οἴκων καὶ οἱ τῶν καθέκαστα ψυχῶν, οὓς καλοῦσι τοὺς εἰληχότας ἡμᾶς δαίμονας. τοὺς δὲ φυσικοὺς δαίμονας τὸν δεσμόν φασι συνέχειν τῶν τε θείων φύσεων καὶ τῶν γενεσιουργῶν, οὓς καὶ ἐπικαλεῖσθαι νόμος τοῖς πόας τινὰς ἀναιρουμένοις ἢ ἄλλ᾽ ἄττα ζῷα καὶ φυτὰ λαμβάνουσι πρὸς θεραπείας τῶν κρειττόνων ἢ σωμάτων ἐπιμελείας. οἱ δὲ τελευταῖοι, φασί, καὶ ὑλαῖοι δαίμονες τὴν τῶν θείων σωμάτων ὕλην καὶ τὴν τῶν χθονίων καὶ γεννητῶν συνδέουσι τὸ ἀσθενὲς αὐτῆς τοῖς ἰνδάλμασι τοῖς τῶν κρειττόνων παραμυθούμενοι· ἀφ᾽ ὧν εἰσιν οἱ ἐναλλόμενοι ταῖς ψυχαῖς καὶ τὰ πάθη τὰ ἐν αὐταῖς ἀνεγείροντες, ἵνα τὴν ὕλην ἀσπάζωνται, καὶ πεσούσας αὐτὰς αἰκιζόμενοι. εἰσὶ δέ, φασί, καὶ ἐν γῇ θεῖοι δαίμονες καὶ ἐν τῷ ἀέρι, προστάται τῶν ἐκεῖ ζῴων, καὶ <ἐν> ὕδατι, διὰ πάντων τῶν ὑπὸ σελήνην διήκοντες, ἀέριοί τε καὶ χθόνιοι καὶ ἔνυδροι.  

Καὶ ὅλως τὴν μεσότητα τῶν δαιμόνων ἀφορίζοντες οἱ παρ᾽ Ἕλλησι σοφοὶ μεταξύ φασιν εἶναι πᾶν τὸ δαιμόνιον θείου καὶ θνητοῦ. μάλιστα δέ φασι τὴν δύναμιν χαρακτηρίζειν τὴν μεσότητα τὴν δαιμονίαν καὶ ἐκ τούτου δεῖν θηρᾶν τὴν νοητὴν αὐτοῦ αἰτίαν.  

Εἰσὶ δέ τινες ἀγέλαι δαιμόνων ἐστερημέναι σχεδὸν τῆς ἀγαθοεργίας, οἵτινες λέγονται κακοί, καὶ ἕτεραι ἀγέλαι δαιμόνων ἐστερημέναι τῆς ὄντως γνώσεως, οἵτινες ἄλογοι καὶ θηριώδεις ὀνομάζονται. ἑρμηνεύειν δέ φασι τὸ δαιμόνιον γένος καὶ διαπορθμεύειν θεοῖς τε τὰ παρὰ ἀνθρώπων καὶ ἀνθρώποις τὰ παρὰ θεῶν, τῶν μὲν ἐκφαντορικὸν ὑπάρχον ὡς κεκρυμμένων καὶ ἀφανῶν, τῶν δὲ ἀναγωγὸν ὡς διαπορθμεύεσθαι πρὸς τὴν μόνιμον τῶν κρειττόνων ἀγαθότητα δεομένων. ταῦτα μὲν οὖν τῆς Ἑλληνικῆς ἀδολεσχίας εἰσίν· ἡμῖν δέ, οἷς λόγος τὸ προσκυνούμενον, λῆρος ἅπαν δοκεῖ τὸ παρὰ τὰς ἡμετέρας καὶ θείας διατάξεις λεγόμενον.